Αβραάμ Σαλασίδης
ΠΡΟΣΕΥΧΗΤΑΡΙΟ ΚΑΘΕ ΜΕΡΑ ΠΡΩΪ ΚΑΙ ΒΡΑΔΥ
ΔΕΥΤΕΡΑ ΠΡΩΪ
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθὲ τάς ψυχὰς ἡμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρεῖς)
Δόξα, καὶ νῦν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς Οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. ἐλθέτω ἡ βασιλεία σου. γενηθήτω τό θέλημά σου ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμῖν σήμερον καί ἅφες ἠμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα. τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ παρόντα Τριαδικὰ τροπάρια.
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομεν σοί, ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοωμεν σοί, δυνατέ. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ ὁ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Δόξα. Ἦχος β
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας μέ, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σέ, ἁγία Τριάς. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ νῦν. Ἦχος γ.
Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται. Ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτὸς Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ σοὶ ἁγία Τριάς, ὅτι διὰ τὴν πολλὴν σοῦ ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥᾳθύμῳ καὶ ἁμαρτωλῷ οὐδὲ συναπώλεσας μὲ ταῖς ἀνομίαις μου, ἀλλ’ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειρας μὲ εἰς τὸ ὀρθρίσαι καὶ δοξολογήσαι τὸ κράτος σου καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας. ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τάς ἐντολάς σου καὶ ποιεῖν τὸ θέλημά σου καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὰ πιὸ πάνω θὰ πρέπει να τὰ ἐπαναλαμβάνουμε κάθε πρωί, γιατὶ εἶναι ἡ ἑωθινὴ προσευχὴ τῆς Ἐκκλησίας μας.
Ἐπισυνάπτομε και τίς παρακάτω εὐχές. Διαβάστε Περισσότερα




.jpg)







κλικ στον σύνδεσμο

