Δέσποινα παντευλόγητε, Ὑπεραγνὲ Παρθένε,
Παράδεισε πανθαύμαστε, κῆπε καλλωπισμένε,
Σὲ δυσωπῶ, Πανάχραντε, χαρίτωσον τὸν νοῦν μου,
κατεύθυνον τὰς σκέψεις μου, φώτισον τὴν ψυχήν μου.
Κόρη μὲ ποίησον ἁγνόν, πράον, σεμνόν, ἀνδρεῖον,
ἠσύχιον καὶ κόσμιον, εὐθύν, ὅσιον, θεῖον,
ἐπιεικῆ, μακρόθυμον, τῶν ἀρετῶν δοχεῖον,
ἄμεμπτον, ἀνεπίληπτον, τῶν ἀγαθῶν ταμεῖον.
Δὸς μοὶ σοφίαν, σύνεσιν καὶ μετριοφροσύνην,
φρόνησιν καὶ ἁπλότητα καὶ ταπεινοφροσύνην.
Δὸς μοὶ νηφαλιότητα, ὄμμα πεφωτισμένον,
διάνοιαν ὁλόφωτον, πνεῦμα ἐξηγνισμένον.
Ἀπέλασον τὴν οἴησιν, τὴν ὑπερηφανίαν,
τὸν τύφον, τὴν φυσίωσιν, καὶ τὴν ἀλαζονείαν,
τὴν ὕβριν, τὸ ἀγέρωχον, τὴν ὑψηλοφροσύνην,
γλώσσα μεγαλορρήμονα, ἰσχυρογνωμοσύνην.
Τὴν ἀστασία τὴν φρικτήν, τὴν περιττολογίαν,
τὴν πονηρία τὴν πολλήν, καὶ τὴν αἰσχρολογίαν.
Χάρισαι μοί, Πανάχραντε, τὴν ἠθικὴν ἀνδρείαν,
τὸ θάρρος, τὴν εὐστάθειαν, δὸς μοὶ τὴν καρτερίαν.
Δὸς μοὶ τὴν αὐταπάρνησιν, τὴν ἀφιλαργυρίαν,
ζῆλον μετ’ἐπιγνώσεως καὶ ἀμνησικακίαν.
Δὸς μοὶ ἀκεραιότητα, εὐγένειαν καρδίας,
πνεῦμα εὐθές, εἰρηνικόν, καὶ πνεῦμα ἀληθείας.
Φυγάδευσον, Πανάχραντε, τὰ πάθη τῆς καρδίας,
τὰ πολυώνυμα, Ἁγνή, τῆς ἠθικῆς δειλίας.
Τὴν ἀναδρίαν τὴν αἰσχρᾶν, τὸ θράσος, τὴν δειλίαν,
τὴν ἀτολμίαν τὴν δεινὴν καὶ τὴν ἀπελπισίαν.
Ἄρον μοί, Κόρη, τὸν θυμὸν καὶ πάσαν ραθυμίαν,
τὴν ἀθυμία, τὴν ὀργήν, ὡς καὶ τὴν ὀκνηρίαν.
Τὸν φθόνον, τὴν ἐμπάθειαν, τὸ μίσος, τὴν κακίαν,
τὴν μῆνιν, τὴν ἐκδίκησιν καὶ τὴν μνησικακίαν.
Τὴν ἔριδα τὴν εὐτελῆ καὶ τὴν πολυλογίαν,
τὴν γλωσσαλγίαν τὴν δεινὴν καὶ τὴν βωμολοχίαν.
Δὸς μοί, Παρθένε, αἴσθησιν, δὸς μοὶ εὐαισθησίαν.
Δὸς μοὶ συναίσθησιν πολλὴν καὶ εὐσυνειδησίαν.
Δὸς μοί, Παρθένε, τὴν χαρὰν Πνεύματος τοῦ Ἁγίου.
Δὸς μοὶ εἰρήνην τὴ ψυχή, εἰρήνην τοῦ Κυρίου.
Δὸς μοὶ ἀγάπην, ἔρωτα θεῖον, ἐξηγηγνισμένον,
πολύν, θερμὸν καὶ καθαρὸν καὶ ἐξηγιασμένον.
Δὸς πίστιν ζῶσαν, ἐνεργόν, θερμήν, ἁγνήν, ἁγίαν,
ἐλπίδα ἀδιάσειστον, βεβαίαν καὶ ὁσίαν.
Ἄρον ἀπ’ἐμοῦ, Παρθένε, τὸν κλοιὸν τῆς ἁμαρτίας,
τὴν ἀμέλειαν, τὴν μέθην, τὴν ἀνελεημοσύνην,
τὰ κακᾶς ἐπιθυμίας, τὴν δεινὴν ἀκολασίαν,
γέλωτας τῆς ἀσελγείας καὶ τὴν πάσαν κακουργίαν.
Σωφροσύνην δὸς μοί, Κόρη, δὸς ἐγκράτειαν, νηστείαν,
προσοχὴν καὶ ἀγρυπνίαν καὶ ὑπακοὴν τελείαν.
Δὸς μοὶ προσοχὴν ἐν πάσι καὶ διάκρισιν ὀξείαν,
σιωπὴν καὶ εὐκοσμίαν, καὶ ὑπομονὴν ὁσίαν.
Ἐπιμέλειαν παράσχου, Δέσποινα, πρὸς ἐργασίαν,
πρὸς τελείωσιν καὶ ζῆλον ἀρετῶν πρὸς γυμνασίαν.
Τὴν ψυχήν μου, τὴν καρδίαν καὶ τὸν νοῦν μου, Παναγία,
τήρει ἐν ἁγιωσύνη, φύλαττε ἐν παρθενία.





κλικ στον σύνδεσμο


Αφήστε μια απάντηση
Για να σχολιάσετε πρέπει να συνδεθείτε.